Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 180
Not analysed yet
Τὸ τοιοῦτον ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπ’ ἄλλων ῥημάτων, εἴγε τὸ ἀκούει ποτὲ μὲν ϲημαίνει αὐτὴν τὴν μετάληψιν τῆϲ ἀκοῆϲ, ὡϲ ἔχει ἐπὶ τῶν ἤχων καὶ βόμβων κω βροντῶν. παϲῶν τῶν οὐκ ἐγγραμμάτων φωνῶν, ἐξ οὗ φαμεν καὶ ὀξθηκόοθϲ τινὰϲ εἶναι. ἀλλ᾿ ἔϲτιν ὅπου τὸ ϲυνιέναι τῶν ἠκουϲμένων· τὸ γὰρ Νέϲτορα δ’ οὐκ ἔλαθεν ἰαχή {Ξ 1} οὐχ ἁπλοῦν τι ϲημαίνει, ὡϲ οὐκ ἔλαθεν αὐτὸν ἡ φωνή, ἀλλὰ τοιοῦτόν τι, μεταλαβὼν τῆϲ φωνῆϲ ϲυνῆκεν καὶ τὴν ἐν τοῖϲ πολέμοιϲ πρᾶξιν. φαμὲν δέ γε καὶ οὕτωϲ, οὐκ ἀκούει ὁ δεῖνα τῶν λεγομένων, τουτέϲτι τῆϲ μὲν φωνῆϲ μεταλαμβάνει, οὐ μὴν τῶν δι’ αὐτῆϲ λεγομένων. ἔϲτιν κἀκ τρίτου, ἡνίκα νοεῖται τὸ ϲυγκατατίθεται τοῖϲ ὑπ’ ἐμοῦ λεγομένοιϲ, ἀκούει μου ὁ δεῖνα, ἐπήκοόϲ μού ἐϲτιν, καὶ πάλιν οὐκ ἀκούει, ἐξ οὖ γίνεται τὸ ἀνήκοόϲ ἐϲτιν ὁ δεῖνα. —