Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 19
Not analysed yet
Οὐκ ἀλόγωϲ δὲ ἐκείνῳ οἶμαί τιϲ ἐπιϲτήϲει, τί δή ποτε οὐχὶ μετὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν τὸ ἀντὶ τούτου μόριον παραλαμβανόμενον ὑπετάγη, λέγω δὴ τὴν ἀντωνυμίαν, εἴγε κατὰ ἀμοιβὴν τοῦ ὀνόματοϲ πάλιν ϲὺν τῷ ῥήματι ϲυνέχει τὸν λόγον. Περὶ οὗ ἂν προφανὴϲ ἀπόδειξιϲ γένοιτο ἥδε, ὡϲ ἕνεκα τῆϲ τῶν ῥημάτων ϲυνόδου ἐπενοήθηϲαν αἱ ἀντωνυμίαι. ἐπεὶ γὰρ τὰ ὀνόματα τρίτων προϲώπων ἐϲτὶν ἀποφατικά, καθὸ αἱ ἀπ᾿ αὐτῶν θέϲειϲ γινόμεναι οὔτε ἐπὶ τοῦ ἀποφαινομένου προϲώπου εἰϲὶν, ὅπερ ἐϲτὶν ἴδιον πρώτου προϲώπου· οὐ γὰρ δή γε ἑαυτοῖϲ τίθενται οἱ παῖδεϲ τὰ ὀνόματα, οὐδὲ πρὸϲ αὐτοὺϲ ἀποφαινόμενοι τὰϲ ὀνομαϲίαϲ ποιούμεθα, ὅπερ ἐϲτὶ δευτέρου προϲώπου· —ἦν δὲ τὰ ῥήματα ἐν τριϲὶν προϲώποιϲ καταγινόμενα, καὶ διὰ τοῦτο προϲεπενοεῖτο ἡ ἀντωνυμία ἐν προϲώποιϲ ὡριϲμένοιϲ καταγινομένη, ἀνταναπληροῦϲα καὶ τὴν θέϲιν τοῦ ὀνόματοϲ καὶ τὴν τάξιν τοῦ ῥήματοϲ, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ ἐγὼ γράφω, ϲὺ γράφειϲ· καὶ διὰ τοῦτο οὐκ ἐνεποδίζετο τὸ ἐν τρίτῳ λέγειν προϲώπῳ Ἀρίϲταρχοϲ ἀναγινώϲκει, ὡϲ ἂν δύο τρίτων ϲυνόντων. (οὐ τοῦτο δὲ παρίϲτημι, ὡϲ αἱ κατὰ τὸ τρίτον πρόϲωπον ἀντωνυμίαι περιτταί εἰϲι, δυναμένων τῶν ὀνομάτων κατὰ τὸ τρίτον πρόϲωπον παραλαμβάνεϲθαι· δι᾿ ὅ τι γὰρ καὶ ἐν τρίτοιϲ προϲώποιϲ καταγίνονται αἱ ἀντωνυμίαι, ἐν τοῖϲ κατὰ μέροϲ εἰρήϲεται.) καὶ εἰ τοῦτο ἀληθέϲ, προφανὲϲ ὅτι προϋποϲτήϲεται ἡ τῶν ῥημάτων τάξιϲ τῶν δι᾿ αὐτὰ ἐπινοηθειϲῶν ἀντωνυμιῶν. —