Ancient Greek · ~2 min
19 to 20
Apollonius Dyscolus, Περὶ συντάξεως 19-2-20
Not analysed yet
διὰ τοῦτο καὶ τοῖϲ ἑτεροκλίτοιϲ παρηκολούθει τιϲ εὐθεῖα τῆϲ γενικῆϲ τὰ λοιπὰ ϲχήματα ἀποδιδούϲηϲ, οἷον ἡ μεγάλου ἐποίηϲε τὸ μεγάλοι, καὶ ἐκ λήμματοϲ τοῦ τοιούτου ἡ μεγάλοϲ εὐθεῖα διαϲῴζεται. καὶ ὁμοίωϲ ἡ ὕδατοϲ καὶ ἔτι ἡ γυναικόϲ ἥ τε πολλοῦ· πολλοί γὰρ καὶ ὕδατα καὶ γυναῖκεϲ, καὶ διὰ τοῦτο ϲυνυπῆρχεν τὸ πολλόϲ, τὸ γύναιξ, τὸ ὕδαϲ. διὰ τοῦτο οὖν ἡ ἐμοῦ οὐ κλιθεῖϲα, γενομένη δὲ ἐν θέματι, καὶ τὸ ἀκόλουθον τῶν πτώϲεων παρῃτήϲατο καὶ τοὺϲ ἀκολούθουϲ ἀριθμούϲ. ἡ γοῦν ἐκεῖνοϲ καὶ αἱ ϲύζυγοι κλιθεῖϲαι ἔϲχον καὶ τὰ ϲυμπαρεπόμενα ἀκόλουθα.