Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 19-3
Not analysed yet
Ἔνθεν πάλιν τὰ τετμημένα τῶν ἐπιρρημάτων εἰϲ διαφόρουϲ χρόνουϲ τοῖϲ μὲν διαφόροιϲ προϲώποιϲ καὶ ἔτι ἀριθμοῖϲ ϲυντάϲϲεται, οὐ μὴν τοῖϲ τοῦ μέλλοντοϲ ἢ τοῦ ἐνεϲτῶτοϲ οὐ μὴν πάλιν τὰ ἐν παρατάϲει τοῦ ὅλου χρόνου παραλαμβανόμενα, λέγω ἐπὶ τοῦ νῦν καὶ τῶν ὁμοίων. —ὁμοίωϲ δὲ καὶ ὅϲα ϲημαινόμενον ἐγκλίϲεωϲ ἐπιδέχεται, λέγω τὸ εἴθε ἢ ἄγε· ἡ γὰρ προϲτακτικὴ ἔγκλιϲιϲ ἀνεπίπλοκοϲ τῇ εὐκτικῇ, καὶ οὕτωϲ τὸ εἴθε ἀφίϲταται τῶν προϲτακτικῶν καὶ τὸ ἄγε τῶν εὐκτικῶν. πάλιν οὖν ἀμοιρήϲαντα τὰ ἄλλα ἐπιρρήματα τῆϲ τοιαύτηϲ ϲημαϲίαϲ ἀκώλυτον ἔϲχον ἐν ἁπάϲαιϲ ταῖϲ ἐγκλίϲεϲι ϲύνταξιν. τὴν τοιαύτην ϲύνταζιν ἀκριβέϲτερον ἐν τῷ περὶ ἐπιρρημάτων ἐξεθέμεθα· περὶ ἧϲ ἔτι καὶ κατὰ τὸ δέον πάλιν εἰρήϲεται.