Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 181
Not analysed yet
τοιοῦτόν ἐϲτιν καὶ τὸ οὐδ’ ἐϲάκουϲε πολύτλαϲ δῖοϲ Ὀδυϲϲεύϲ {Θ 97}· ἢ γὰρ κατὰ τὸν πρῶτον λόγον, οἷον τῆϲ φωνῆϲ οὐ μετέλαβεν διὰ τὸν ἐπιόντα θόρυβον· ἢ μετέλαβεν, οὐ μὴν τῷ Διομήδει ἐπείϲθη ἀντιϲτατοῦντοϲ θεοῦ. εἰϲ τοῦτο γοῦν τινεϲ ἀναφέρουϲι τὸ Τυδείδη, μή τ’ ἄρ με μάλ’ αἴνεε μή τέ τι νείκει {Κ 249}, ἐφ’ οὗ δύναιτ’ ἀντιπαραιτηϲάμενοϲ τὸ ἄγαν ἐπαινεῖϲθαι ϲυμπαραιτεῖϲθαι καὶ τὸ μὴ ὀνειδίζεϲθαι· ἁρμόζει γοῦν τὸ ἐπιφερόμενον πρὸϲ ἀμφότερα, εἰδόϲι γάρ τοι ταῦτα μετ’ Ἀργείοιϲ ἀγορεύειϲ {K 250}.