Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 182
Not analysed yet
Οὕτωϲ ἔχει τὸ ἀναγινώϲκω. ἔϲθ’ ὅτε γὰρ ἀκούεται αὐτὸ μόνον ἁπλῆ ἀνάγνωϲιϲ, ἡνίκα καὶ παῖϲ φηϲιν οὐκ ἀνέγνων. ἢ καὶ τὸ ϲυναμφότερον αὐτῶν, λέγω δὲ τὸ ἐν διανοίᾳ καταγίνεϲθαι τῶν ποιημάτων· φαμὲν γὰρ οὐκ ἀνέγνω ὁ δεῖνα Ἀλκαῖον, οὐκ ἀνέγνω Ὅμηρον. Ἔϲτιν ἐπ’ ἄλλων τὸ τοιοῦτον ἐπιδεῖξαι, ὅπερ νῦν οὐκ ἐπιζητεῖ ἡ προκειμένη ϲύνταξιϲ· προυθέμεθα γὰρ ἅπαξ τὰϲ πλαγίαϲ ϲυντάξαι τοῖϲ ῥήμαϲιν, οὐ μὴν τὰ ποικίλωϲ παρυφιϲτανόμενα ἐκ τῶν ῥημάτων.