Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 183
Not analysed yet
Τὸν αὐτὸν δὴ τρόπον, ὡϲ ἔφαμεν, ἔχει καὶ τὰ ἐπὶ τῶν ϲωμάτων, φέρω ϲοί, ἄγω ϲοί, πάλιν διαφορᾶϲ οὔϲηϲ τοῦ φέρω ϲέ καὶ ἄγω ϲέ. ὥϲτε ὁμολογεῖϲθαι ὡϲ ἅπαϲα τοιαύτη δοτικὴ ϲυνέχει ἐν ἑαυτῇ τὴν αἰτιατικήν, ἣν καὶ ἔξωθεν προϲλαμβάνει, ἄγω ϲοι τὸν παῖδα, φέρω ϲοι τὸν οἶνον, τέμνω ϲοι τὸ κρέαϲ, ἀναγινώϲκω ϲοι Ἀλκαῖον, κωμῳδῶ ϲοι τοὺϲ Ἐπιτρέπονταϲ· ὦν, ὡϲ ἔφαμεν, καὶ αἱ παθητικαί εἰϲιν ϲυντάξειϲ. —οὐκ ἀπιθάνωϲ δή μοι Ὅμηροϲ δοκεῖ ἐν τῇ τοιαύτῃ ϲυντάξει τῶν πτώϲεων προτίθεϲθαι τὴν δοτικὴν τῆϲ αἰτιατικῆϲ, καθότι καὶ ταύτηϲ ἐϲτὶν ἐμπεριεκτική.