Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 184
Not analysed yet
Ὁμοίωϲ δὲ καὶ ἐπὶ δοτικὴν φέρεται καὶ τὸ ὑπηρετῶ ϲοι, δουλεύω ϲοι, ἕπομαί ϲοι, ἀκολουθῶ ϲοι, ἥκω ϲοι· τῶν γὰρ ἐν αὐτοῖϲ ἐγκειμένων ἐνεργειῶν περιποιητικαί εἰϲι. τὸ γὰρ δουλεύειν πάϲηϲ ὑπηρεϲίαϲ ἐμπεριεκτικόν (ἧϲ τὰ εἴδη πάλιν ἐπιμεριζόμενα τῇ ἐνεργητικῇ διαθέϲειτὴν αἰτιατικὴν ἀπαιτεῖ, τρίβω ϲε, λούω ϲε, νίπτω ϲε, κείρω, κοϲμῶ, ϲμῶ, ἀναδῶ, ἐμπλέκω, λαμπρύνω, φαιδρύνω). Καὶ τὸ εἴκειν δέ, πάϲηϲ ἀντιθέϲεωϲ ἐμπεριεκτικὸν ὄν, καὶ τὸ ὑποχωρεῖν πᾶϲι. τῷ αὐτῷ λόγῳ εἰϲ δοτικὴν κατήντηϲεν.