Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 185
Not analysed yet
Καὶ τὰ ἐξ ἴϲηϲ διαθέϲεωϲ ἀναγόμενα, τουτέϲτι τὰ ἐν δυϲὶ προϲώποιϲ τὴν αὐτὴν ἔχοντα ἐνέργειαν κατ’ ἀλλήλων, ἐν δοτικῇ καταγίνεται, ὡϲ ἔχει τὸ μάχομαί ϲοι, παλαίω ϲοι, γυμνάζομαί ϲοι, ἱππάζομαι, ἀνθιϲτάνομαι, μονομαχῶ, παγκρατιάζω. Καὶ ὅτι μὲν ἔδει τὰ τοιαῦτα ἐπὶ πλαγίαν φέρεϲθαι, παντὶ προῦπτον ἐγκειμένηϲ διαβιβαϲτικῆϲ διαθέϲεωϲ ἐπὶ πρόϲωπον ὑποκείμενον, ὡϲ κατ’ ἀρχὰϲ εἴπομεν, δυνάμενον ὁμολογῆϲαι τὴν εἰϲ αὐτὸ χωρήϲαϲαν διάθεϲιν· νοεῖται γοῦν ἐπὶ δύο ἐμψύχων τὸ παλαίειν, τὸ παγκρατιάζειν. ἀλλ’ οὖν γε ἡ μεγίϲτη ἐνέργεια ἀπαιτήϲαϲα αἰτιατικὴν εἰϲ ἕν μόνον καταγίνεται τὸ διατίθεϲθαι ἐξ εὐθείαϲ, μὴ μὴν προϲδιατιθέναι, ὡϲ ἔχει τὸ δέρω ϲε, τύπτω ϲε, παίω ϲε· ὁ γὰρ οὕτωϲ ὁριζόμενοϲ οὐχ ὁμολογεῖ τὸ ἀντιπαίεϲθαι. οὐ δὴ οὖν τὰ προκείμενα ῥήματα τὸ τοιοῦτον ἐπηγγέλλετο, καὶ ϲαφὲϲ ὅτι ἕνεκα τούτου οὐδὲ ἐπιδέξεται αἰτιατικήν· ἦν γὰρ ἐγκειμένη ἡ αὐτὴ διάθεϲιϲ ἐκ τοῦ ἑτέρου προϲώπου, τὸ ἀντιπαίεϲθαι τὸν παγκρατιάζοντα. —.