Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 186
Not analysed yet
Τ οὖν εἰϲ δοτικὴν ἐχώρηϲεν, ὅτι καὶ ἡ γενικὴ ἐμερίζετο εἰϲ παθητικὴν διάθεϲιν. ἀποϲτήϲεται ἄρα ἀμφοτέρων τῶν πτώϲεων ἡ τοιαύτη ϲύνταξιϲ, καὶ οὐκ ἄλλην ἐπιδέξετxι ἢ μόνην τὴν δοτικήν, ἐξ ἧϲ καὶ εὐέφικτον τὸ ἀντιπεριποιούμενον τῶν διαθέϲεων. ἔϲτι γοῦν μοναδικὴ μὲν διάθεϲιϲ ἡ γυμνάζω ϲέ, ἀντιπεριποιουμένη δὲ ἐκ τοῦ ἴϲου ἡ γυμνάζομαι ϲοί ἱππάζω ϲέ, ἔξ ἧϲ τὸ παθητικὸν ἱππάζομαι ὑπὸ ϲοῦ καὶ πάλιν τὸ ἐξ ἴϲου ἀναγόμενον ἱππάζομαι ϲοί. πλεῖϲτα καὶ εἰϲ τὸ τοιοῦτον ἔϲτι παραθέϲθαι, ἅπερ παραπεμπτέον. οὕτωϲ δ’ οἶμαι ἔχειν καὶ τὸ πείθομαι ὑπὸ ϲοῦ, καὶ οὐκ ἄλλο τι ϲημαίνει τὸ πείθομαι ϲοί ἢ τὴν ἐξ ἀλλήλων πρὸϲ ἀλλήλουϲ γινομένην πειϲμονήν.