Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 187
Not analysed yet
Ἔϲτι καὶ ἐπὶ τρίτου προϲώπου τὸ μέλει καὶ μεταμέλει δοτικῇ ϲυνταϲϲόμενα, ὡϲ ἔχει τὸ μέλει Τρύφωνι καὶ ἔτι μεταμέλει. ἅπερ παρὰ τὴν τῶν ἄλλων ῥημάτων ϲύνταξιν ἐξήλλακται, καθὸ πάντα μὲν εὐθείᾳ ϲυντάϲϲεται μόνῃ, ὡϲ Θέων περιπατεῖ, ἣ καὶ ϲυντείνει πλαγίᾳ, περὶ ἧϲ καὶ τὴν ϲύνταξιν ἐποιηϲάμεθα. οὐ μὴν τοῖϲ προκειμένοιϲ. τοιοῦτον ϲύνεϲτιν· μεταμέλει γὰρ Ϲωκράτει καὶ ἔτι μέλει, τῆϲ ὀρθῆϲ οὐ ϲυνούϲηϲ. δι’ ὃ καὶ παραϲυμβάματα αὐτὰ ἐκάλεϲαν οἱ ἀπὸ τῆϲ Ϲτοᾶϲ, τῶν ἄλλων ῥημάτων κατὰ τὰϲ ϲυμβαινούϲαϲ διαθέϲειϲ παρ’ αὐτοῖϲ ϲυμβαμάτων προϲαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μὲν ἀπαρτίζον τὴν διάνοιαν παραϲύμβαμα, λέγω τὸ μέλει κράτει, τὸ δὲ ἐλλειπτικὸν ἔλαττον ἢ παραϲύμβαμα, λέγω δὴ τὸ μέλει. —