Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 188
Not analysed yet
Ὅπερ ἐπινοῶ καὶ αὐτὸ ἀναδέχεϲθαι νοουμένην εὐθεῖαν τὴν κατὰ τοῦ παρυφιϲταμένου πράγματοϲ ἐν τῷ μέλει. παρὸν δὲ τὸν λόγον οὕτω πιϲτώϲαϲθαι. δίδοται ὅτι τὸ μέλει ῥῆμα τρίτου προϲώπου ἐϲτί, καὶ ϲαφὲϲ ὅτι ἐκ πρώτου καὶ δευτέρου γεγενημένον, λέγω τοῦ μέλω, μέλειϲ. καὶ εἰ δίδοται τὰ τῆϲ ϲυντάξεωϲ τοῦ πρώτου καὶ δευτέρου μετιέναι καὶ ἐπὶ τὸ τρίτον, λέγω κατὰ τὰϲ πτώϲειϲ καὶ τοὺϲ ἀριθμούϲ, ὡϲ ἐπὶ τοῦ ἐγὼ φροντίζω —ϲὺ φροντίζειϲ ἐκεῖνοϲ φροντίζει, δοθήϲεται καὶ ἐπὶ τοῦ μέλω. ἔϲτιν οὖν τὸ ἐγὼ μέλω ϲοί ἐν εὐθείᾳ καὶ δοτικῇ, καὶ ἔτι ϲὺ μέλειϲ ἐμοί· ὅπερ ἀπαιτήϲει κατὰ τὴν ϲύνταξιν ἐν τρίτῳ, ἐν τῷ μέλει Ϲωκράτει, οὐκ ἄλλο τι ἢ τὸ παρυφιϲτάμενον πρᾶγμα ἐν εὐθείᾳ νοούμενον. τοιοῦτο γάρ ἐϲτιν τὸ νοούμενον, μέλει τὸ φιλοϲοφεῖν Πλάτωνι —φροντίδα Πλάτωνι ἐμποιεῖ ἡ φιλοϲοφία, μέλει θέωνι τὸ πλουτεῖν ὁ πλοῦτοϲ φροντίδα ἐμποιεῖ Θέωνι χρὴ οὖν νοεῖν ὅτι τὸ μέλει Ϲωκράτει ἐν τῷ ὑπακουομένῳ πράγματι τὴν εὐθεῖαν ἔχει. ἔϲτιν οὖν τὸ σἴτιον τοῦ καὶ μόνον τὸ μέλει παραλαμβάνεϲθαι τὸ δεκτικὸν αὐτὸ εἶναι παντόϲ του ἐπιϲυμβαίνοντοϲ πράγματοϲ. δι’ ὃ τὸ μέλει Θέωνι ἐδόκει ἐν αὐτοτελείᾳ καθίϲταϲθαι· παντὸϲ γάρ του παρυφιϲταμένουπράγματοϲκοινῶϲ ὑπακουομένου περὶ παντὸϲ γὰρ] ἐπιϲυμβαίνοντοϲ, ὡϲ ἔφαμεν, τὸ μέλει ῥῆμα παραλαμβάνεται.