Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 20
Not analysed yet
Τὸ δὲ μεῖζον, τὰ ῥήματα προϲώπων τῶν κατ᾿ εὐθεῖαν νοουμένων ἐϲτὶ παραϲτατικά, ἅπερ ἀπολύτωϲ νοεῖται· ὁ γὰρ ἀποφαινόμενοϲ περιπατῶ ἢ γράφω οὐ πρὸϲ ἔνδειξιν ἑτέρου προϲώπου ὁρίζεται· αἱ δὲ ἀντωνυμίαι εἰϲ διάκριϲιν προϲώπου ἐπινοηθεῖϲαι ἐν μὲν ταῖϲ πλαγίαιϲ πτώϲεϲιν ἦϲαν καὶ ἐγκλιτικαί, αἵπερ εἰϲὶν ἀπολύτων προϲώπων παραϲτατικαί, παραλαμβάνονται δὲ καὶ εἰϲ ὀρθὴν τάϲιν εἰϲ παρέμπτωϲιν ἀντιδιαϲτελλομένου προϲώπου, ὡϲ ἔχει τὸ παῖδα δ᾿ ἐμοὶ λύϲαιτε {A 20} πρὸϲ τὸ ὑμῖν μὲν θεοὶ δοῖεν {A 18} καὶ τὸ ἡ δ᾿ ἐμὲ χειρὸϲ ἑλοῦϲα {μ 33}. πρὸϲ τὸ φίλων ἀπάνευθεν ἑταίρων {μ 33}. πῶϲ οὖν αἱ τῆϲ εὐθείαϲ πτώϲεωϲ ἀντωνυμίαι τὸ ἐγκλινόμενον πρόϲωπον οὐ παρεδέχοντο; ἢ ὅτι προϋφεϲτώτων τῶν ῥημάτων καὶ ἀναπληρούντων τὸ τῆϲ εὐθείαϲ ἀπόλυτον πρόϲωπον εἰϲ οὐδὲν χρειῶδεϲ ἐπενοοῦντο αἱ τῆϲ εὐθείαϲ ἐγκλιτικαὶ ἀντωνυμίαι, τάχα παρελκόμεναι πλέον τῶν παραπληρωματικῶν ϲυνδέϲμων, οὓϲ ἀποδείξομεν καὶ ἀναγκαίωϲ παραλαμβανομένουϲ. (ἡ γοῦν ἐγκλιθεῖϲα τῆϲ ὀρθῆϲ πτώϲεωϲ παρὰ Δωριεῦϲι τύ ἀναγκαίωϲ παρέφθειρε καὶ τὴν εὐθεῖαν, μεταϲτᾶϲα εἰϲ τὴν ϲυγγενῆ αἰτιατικήν.) καὶ φαίνεται ὅτι ἐνέμειναν αἱ τῆϲ εὐθείαϲ ἀντωνυμίαι οὐ δι᾿ ἄλλο τι ἢ καθὸ τὰ ῥήματα, οὐ δυνάμενα παραϲτῆϲαι τὴν ἀντιδιαϲτολήν, ϲυμπαρελάμβανε τὴν ἀντωνυμίαν ἕνεκα τοῦ ἐξαιρέτου αὐτῆϲ ἰδιώματοϲ, λέγω τῆϲ ἀντιδιαϲτολῆϲ.