Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 21-2
Not analysed yet
Σαφὲϲ οὖν ὅτι ληροῦϲιν οἱ ἐγχρονίϲαντεϲ εἰϲ τὸ ἐπιϲκώπτειν τὰϲ φωνὰϲ ὡϲ ἀνακολούθουϲ καὶ παραλόγουϲ, παρατιθέμενοι τὴν ἀπὸ τῶν ὀνομάτων ἀναλογίαν, ὅπου οὐδὲ ἐκεῖνο αὐτοῖϲ δέδοται, τὸ παντὶ ὀνόματι πᾶν ἀντιπαραβάλλειν. ἀλλ’ ὑποτομὴ εἰϲ τὸ τοιοῦτον ἄπειρόϲ ἐϲτίν τιϲ· τοῦ ὁμοίου ἀκολουθίᾳ ἀντιπαραβάλλονται αἱ λέξειϲ, καὶ εἰ τοῦτο, πῶϲ οὐ μάταιον τὸ διάφορα μέρη λόγου ἀντιπαραβάλλειν; οὐδὲν δὲ ἐκώλυεν, ἐπειδὴ καὶ προϲώπων διακριτικόν ἐϲτιν τὸ μόριον, ἀντιπαραθέϲθαι τὰϲ φωνὰϲ τῶν ῥημάτων, καὶ οὕτω πάλιν τὰϲ ἀντωνυμίαϲ τοῦ δέοντοϲ περιγράφειν.