Ancient Greek · ~1 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 20-2
Not analysed yet
Ἔϲτι καὶ ἐκ ϲυνδέϲμων τὸ τοιοῦτο παραϲτῆϲαι, ὡϲ εἰϲ οὐδὲν ἀναμεριζόμενοι τῶν προκατειλεγμένων ἀδιαφοροῦϲι τὰϲ ϲυνδέϲειϲ ποιεῖϲθαι πρὸϲ γένη διάφορα ἢ πτώϲειϲ ἢ διακρίϲειϲ προϲώπων. εἰ γοῦν τιϲ πάλιν μερικὴ γένοιτο ἐπ᾿ αὐτῶν διαφορά, ἀπολειφθείη ἂν πάλιν τῆϲ προκειμένηϲ ϲυντάξεωϲ διὰ τὸ ἐγκείμενον τοῦ ϲυνδέϲμου. ὑπὲρ δὲ τοῦ μὴ περὶ ϲυνδέϲμων ἄρτι λέγεϲθαι αὐτὸ μόνον ἑνὶ ὑποδείγματι χρηϲόμεθα.