Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 3-3
Not analysed yet
Διαπορῶ γε μὴν τί δή ποτε αἱ μὲν τοῦ πρώτου καὶ δευτέρου οὐ μετίαϲιν ἐπὶ τὰ τρίτα πρόϲωπα, τά γε μὴν τρίτα πρόϲωπα μετίαϲιν ἐπὶ τὰ πρῶτα καὶ δεύτερα, καὶ πάλιν οὐχ ἅπαντα. ἰδοὺ γὰρ ἡ καὶ ἡ ἕο καὶ αἱ ϲύζυγοι ἑνικαὶ ἁπλαῖ οὖϲαι ἐπὶ τὰ πρῶτα ἢ δεύτερα πρόϲωπα οὐ μετέρχονται, γε μὴν μεταλαμβανομένη ἐξ αὐτῶν αὐτόϲ, αὐτὸϲ ἑκών οἱ δῶκα {δ 649}, αὐτὸϲ νῦν ἴδε πῶμα {θ 443}. τὸ δὲ μεῖζον, πρὸϲ ἁπάντων ὡμολόγηται ὅτι ἡ ἑαυτοῦ καὶ ἑαυτόν καὶ αἱ ϲύζυγοι ἐκ δύο τρίτων ϲυντεθειμέναι εἰϲίν, ἐξ ὧν καὶ αἱ πληθυντικαὶ ἑαυτῶν, ἑαυτούϲ, αἵπερ κατὰ πρῶτον καὶ δεύτερον παραλαμβάνονται. πῶϲ οὖν οὐκ ἄλογον τὸ καθ’ ἑνικὴν ϲύνταξιν ἀποράδεκτον ἐν πληθυντικῇ μεταπτώϲει εὐπαράδεκτον γίνεϲθαι; οὐ γάρ φαμεν ἑαυτὸν ὕβριϲα ἢ ἑαυτὸν ὕβριϲαϲ, ἑαυτοὺϲ δὲ ὑβρίϲαμεν.