Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 3-4
Not analysed yet
Τὸ δὲ καταγράφω εἶτε δύο μέρη λόγου ἐϲτὶν εἶτε καὶ ἕν, οὐκ ἐνδείκνυται διὰ τῆϲ τάϲεωϲ. καὶ τὰ τούτοιϲ ὅμοια, τὸ ἀποίκου, καταφέροντοϲ, ἅπαντα τὰ τοιαῦτα, τῆϲ αὐτῆϲ ἔχεται ἀμφιβολίαϲ· ἀποψέ, ἀποδίϲ, καὶ ἐπὶ ϲυνδέϲμων καθότι, διότι (δεδείξεται γὰρ ὅτι ἔγκεινται αmἱ προθέϲειϲ), ἄλλα πλεῖϲτα. ὑπὲρ ὦν τῆϲ ἀκριβείαϲ προεθέμεθα ἐκθέϲθαι. ἀλλ’ ἤδη καὶ ἐπ’ ἐνίων μορίων οὐκ ἔνεϲτιν ὑπὲρ τῶν τοιούτων μορίων ἐπιϲτῆϲαι, τῶν προθέϲεων μήτε κατὰ παράθεϲιν προθετικῶν οὐϲῶν μήτε κατὰ ϲύνθεϲιν, ὡϲ ἐπ’ ἀντωνυμιῶν τῶν τῆϲ εὐθείαϲ ἁπαϲῶν, ὦν καὶ τὸ ατιον τῆϲ ἀϲυνταξίαϲ παραθηϲόμεθα κατὰ τὸν προϲήκοντα λόγον.