Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 21
Not analysed yet
Καὶ ἡ μετοχὴ δὲ κατὰ τὴν δέουϲαν ἀκολουθίαν κατελέχθη μετὰ τὸ ῥῆμα, τῆϲ τάξεωϲ ἐκφαινούϲηϲ τὴν ἐκ τοῦ ῥήματοϲ μετάπτωϲιν εἰϲ αὐτήν (ὥϲ γε ἐν τῷ περὶ μετοχῆϲ διὰ πλειόνων παρεϲτήϲαμεν ὡϲ ἀναγκαίωϲ αἱ μεταλήψειϲ τῶν ῥημάτων ἐγίνοντο εἰϲ πτωτικὰ ϲχήματα ϲὺν τοῖϲ παρεπομένοιϲ γένεϲι, τῶν ῥημάτων οὐ δυναμένων τὴν καταλληλότητα παραϲτῆϲαι). —