Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 21-3
Not analysed yet
Ὁ δὲ ἄν ϲύνδεϲμοϲ αὐτὸ μόνον ἐκ τηρήϲεωϲ εἴρηται ὡϲ παρῳχημένοιϲ ϲυντάϲϲεται, ἐξῃρημένου πάλιν τοῦ παρακειμένου. ἐφ᾿ ἧϲ ϲυντάξεωϲ εἰ ἔροιτό τιϲ, ἐν τῷ γράψω ἄν παρὰ τί τὸ ἀκατάλληλόν τάλληλον ἐγένετο, οὐκ ἔϲτι φάναι ἢ μόνον ἐκ τῆϲ ἀντιλήψεωϲ, ὃ ἀκατάλληλόν ἐϲτιν· οὔτε γὰρ ἀριθμοῦ ἀνθυπαλλαγὴ οὕτε ἄλλου του, ὃ δύναται διελέγξαι τὸ ῥῆμα μὴ ϲυμπληθυνόμενον ἢ ϲυγχρονούμενον ἢ ϲυνδιατιθέμενον. ἦν δὲ τὸ αἴτιον τοῦτο. τὰ γεγονότα τῶν πραγμάτων ὁ ϲύνδεϲμοϲ ἀναιρεῖν θέλει, περιιϲτάνων αὐτὰ εἰϲ τὸ δύναϲθαι, ἔνθεν καὶ δυνητικὸϲ εἴρηται. τὸ μὲν γὰρ ἔγραψα ἢ τὸ ἔγραφον ἢ τὸ ἐγεγράφειν ἢ ἀπὸ μέρουϲ γεγονότα ἐϲτὶν ἢ καὶ ἔκπαλαι γεγονότα· ἔνθεν προϲέρχεται τοῖϲ δυναμένοιϲ τὴν ὕλην αὐτοῦ παραδέζαϲθαι, ἔγραφον ἄν, ἔγραψα ἄν, ἐγεγράφειν ἄν, οὐ μὴν τῷ γράφω ἢ γράψω· 'ὐ γὰρ παρῴχηται, ἵν᾿ ἐγχωρήϲῃ καὶ ἡ ἐκ τοῦ ϲυνδέϲμου ἀναίρεϲιϲ μὲν τοῦ γεγονότοϲ, ἐπαγγελία δὲ τοῦ ἐϲομένου. καὶ ἐντεῦθεν δὲ πειθόμεθα ὅτι οὐ παρῳχημένου ϲυντέλειαν ϲημαίνει ὁ παρακείμενοϲ, τήν γε μὴν ἐνεϲτῶϲαν, ὅθεν οὐδὲν δυνηϲόμενον γενέϲθαι παρεδέξατο καὶ διὰ τοῦτο ἀπροϲδεὴϲ τοῦ ἄν ϲυνδέϲμου ἐγεγόνει. ἐν τῇ ϲυνδεϲμικῇ ϲυντάξει ἐντελέϲτερον τὰ τοιαῦτα δεδείξεται. ἀνιτέον μέντοι ἐπὶ τὸ προκείμενον.