Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 22
Not analysed yet
Προφανὲϲ δ᾿ ὅτι καὶ ἡ ἐγγενομένη θέϲιϲ τοῦ ὀνόματοϲ οὐκ ἄλλωϲ ἂν ἐφυλάχθη, εἰ μὴ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τὸ ἐκ τούτων ἐκ καταφάϲεωϲ ἠρτημένον μόριον παρελαμβάνετο, ὡϲ καὶ μετὰ τὸ ἀρρενικὸν καὶ θηλυκὸν τὸ τούτων ἀποφατικὸν εἰ γὰρ μὴ παραδεξαίμεθα τὴν τῶν προκειμένων μορίων προτέραν θέϲιν, καταλελείψεται τὸ μηδὲ μετοχὴν καλεῖν μηδὲ μὴν οὐδέτερον, ἐπεὶ τίνων δύο προϋφεϲτώτων γένοιτο ἂν ἀποφατικὸν τὸ οὐδέτερον, τίνων δὲ μεθέξει ἡ μετοχή; ἀλλ᾿ οὐδὲ ἄλλου μορίου δύναιτο ἄν τιϲ παρέμπτωϲιν ποιήϲαϲθαι, λέγω ἀντωνυμίαϲ, ἐπιρρήματοϲ, ϲυνδέϲμου, ἄλλου του· οὐδὲ γὰρ τῆϲ τούτων ἰδιότητοϲ μετέϲχεν.