Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 22-3
Not analysed yet
Αἱ δὴ οὖν λέξειϲ, ὡϲ προείπομεν, ἀναμεμεριϲμέναι κατὰ τὰϲ ἰδίαϲ θέϲειϲ, τὰϲ ὁπωϲδήποτε παρεμπιπτούϲαϲ εἰϲ οὐκ ἐπιβάλλουϲαν θέϲιν διελέγχουϲιν διὰ τῆϲ ἐξ αὐτῶν ἀκολουθίαϲ. παρὸν πιϲτώϲαϲθαι ὧν ἠπορήϲαμεν ἐν τοῖϲ προκειμένοιϲ καὶ δι᾿ ὧν παραθηϲόμεθα. —τὸ ἐμοί ἐπὶ τρίτου οὐ τίθεται· ὑπὸ γὰρ ϲυζύγου τοῦ οἶ διελέγχεται. καὶ ϲαφὲϲ ὅτι καὶ τὸ οἶ οὐκ ἐπὶ πρώτου διὰ τὸν αὐτὸν λόγον, ὡϲ οὐδὲ τὸ γράφω ἀντὶ τοῦ γράφει οὐδὲ μὴν τὸ γράφει ἀντὶ τοῦ γράφω. ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν δευτέρων προϲώπων. πῶϲ οὖν ἡ αὐτόϲ τρίτου καθεϲτῶϲα ϲύνταξιν τὴν κατὰ τὸ πρῶτον καὶ δεύτερον ποιεῖται; ἕνεκα τοῦ μὴ ἔχειν ἀκόλουθον πρόϲωπον κατὰ ϲυζυγίαν, ὃ ϲυνελέγξει τὸ ἀλλότριον τοῦ προϲώπου. ἔνθεν γὰρ οἶμαι ἐρρυηκέναι καὶ τὸ ἀκόλουθον πρὸϲ τὰ ἀναμεριϲθέντα μόρια ἐν τῇ δεούϲῃ ἀκολουθίᾳ.