Ancient Greek · ~2 min
23 to 24
Apollonius Dyscolus, Περὶ συντάξεως 23-24
Not analysed yet
Οὐχ ὡϲ ἔτυχε δὲ καὶ ἡ τοῦ ἄρθρου τάξιϲ προϲερρίφη, ρεύουϲα μὲν τὸ ϲυνηρτημένον τοῖϲ εἰρημένοιϲ πτωτικοῖϲ, ἐκκλίναϲα δὲ τὴν ἀπαράδεκτον τῶν ἄρθρων ἀντωνυμίαν, ὅπου γε καὶ μέχρι ῥήματοϲ ἡ τούτου ϲυνάρτηϲίϲ ἐϲτιν, τὸ φιλολογεῖν καλόν ἐϲτιν, τῷ γράφειν ἥδομαι. Οὐ δεήϲετει ἐπιϲτάϲεωϲ ἡ ὑποῦϲα ἀντωνυμία, ὅπου γε καὶ παρεκινδύνευε μετὰ τὴν τοῦ ὀνόματοϲ θέϲιν παραλαμβάνεϲθαι. δ᾿ ὅτι καὶ τὸ ἀντί τινοϲ παραλαμβανόμενον μεταγενεϲτέραν θέϲιν ὁμολογεῖ τοῦ μετά τινοϲ. καὶ εἰ τὸ ἄρθρον μετὰ ὀνόματοϲ καὶ ἡ ἀντωνυμία ἀντ’ ὀνόματοϲ, δέδοται ὅτι τὸ ϲυνυπάρχον ἄρθρον τῷ ὀνόματι πρεϲβύτερόν ἐϲτι τῆϲ ἀντωνυμίαϲ. —