Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 23-3
Not analysed yet
καὶ ϲαφὲϲ ὅτι τὸ μὴ γενόμενον ἐν προϲώπου ἀκολουθίᾳ οὐδὲ παρὰ τὸ ἀκόλουθον τῶν προϲώπων ἁμαρτήϲεται, γενόμενόν γε μὴν ἐν γένουϲ ἀκολουθίᾳ καὶ πτώϲεωϲ καὶ ἀριθμοῦ οὐκέτι ϲυνοιϲθήϲέται παρὰ τὸ δέον τῶν προκειμένων· ἐμὲ γὰρ αὐτόν καὶ ἡμᾶϲ αὐτούϲ. —ϲαφὲϲ δὲ πάλιν καὶ ἐκ τῶν ἄλλων ἀντωνυμιῶν, αἳ γένοϲ οὐ διακρίναϲαι ἀκώλυτον ἔχουϲι τὴν ἐν τοῖϲ τριϲὶ γένεϲιν ὑπαγωγήν· φαμὲν γοῦν ϲὺ αὐτόϲ ἢ ϲὺ αὐτή καὶ ἔτι ἐμοὶ αὐτῷ καὶ ἐμοὶ αὐτῇ, καὶ οὐ κακία τὸ τοιοῦτο, ὅτι μὴ ἐνεχώρει τὸ δυνάμενον ἐλέγξαι τὴν κακίαν. —ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῆϲ οὗτοϲ καὶ ὅδε· πάλιν γὰρ ἀκώλυτον τὸ δ᾿ ἐγώ καὶ οὗτοϲ ἐγώ, καθὼϲ προείπομεν. —λύεται δὲ κἀκεῖνο τὸ ἄπορον, ὡϲ τὸ ἑαυτούϲ καὶ ἐπὶ πρῶτον ϲυνέτεινεν· ὅπερ ἦν ἂν ἐν κακίᾳ, εἰ διηλέγχετο ὑπὸ τοῦ ἐμαυτούϲ ὡϲ παρὰ τὸ πρόϲωπον ἡμαρτημένον. ἀνεξέλεγκτον οὖν καθεϲτὼϲ ἀδεεϲτέραν τὴν ϲύνταξιν κατὰ τῶν προϲώπων ἐποιήϲατο.