Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 25
Not analysed yet
Ἴϲωϲ γὰρ καὶ αἱ ἀναφορικαὶ ἀττωνυμίαι ἀντ’ ὀνομάτων εἰϲὶ τῶν ϲὺν ἄρθροιϲ λεγομένων· οὐ γὰρ δή γε τὰ ὀνόματα ἐξ αὑτῶν ἀναφορὰν παρίϲτηϲιν, εἰ μὴ ϲυμπαραλάβοιεν τὸ ἄρθρον, οὗ ἐξαίρετόϲ ἐϲτιν ἡ ἀναφορά· δυνάμει ἄρα ἀντὶ ἄρθρων παραλαμβάνεται. (αὐτὰ γοῦν τὰ ἄρθρα τῆϲ πρὸϲ τὰ ὀνόματα ϲυναρτήϲεωϲ ἀποϲτάντα εἰϲ τὴν ὑποτεταγμένην ἀντωνυμίαν μεταπίπτει, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ, ὁ γὰρ ἦλθε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν {Α 12}. ὃϲ γάρ ῥα μάλιϲτα ἥνδανε κηρύκων {ρ 172}, τὸν δ’ ἀπαμειβόμενοϲ {e. g. Α 84}. ὑπὲρ τῆϲ τοιαύτηϲ ϲυντάξεωϲ κατὰ τὸν προϲήκοντα λόγον ἐντελῶϲ τὰ τῆϲ ϲυντάξεωϲ ἀποδείξομεν.)