Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 24-2
Not analysed yet
Καὶ ἐπὶ ῥημάτων δὲ ὁ αὐτὸϲ λόγοϲ. πᾶϲαι γοῦν αἱ ἐγκλίϲειϲ, μεριϲθεῖϲαι εἰϲ πρόϲωπα καὶ ἀριθμούϲ, τὸ ἀκατάλληλον ϲυνελέγχουϲιν διὰ τῶν ἀριθμῶν καὶ τῶν προϲώπων· ἥ γε μὴν ἀπαρέμφατοϲ τούτων ἀμοιρήϲαϲα ἐπιτρέχει καὶ ἐπὶ πάντα τὰ πρόϲωπα καὶ ἅπανταϲ τοὺϲ ἀριθμούϲ, γράφειν ἐμέ, γράφειν ἡμᾶϲ, γράφειν ϲέ, γράφειν ὑμᾶϲ. καὶ ἐπεὶ πάλιν οὐκ ἀμοιρεῖ διαθέϲεωϲ ἢ χρόνων, παρὰ τὴν τού. των ἐναλλαγὴν τὸ ἀνακόλουθον ἐπιδείκνυται.