Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 25-3
Not analysed yet
φυϲικώτερον δέ πωϲ καὶ ψυχικῆϲ διαθέϲεωϲ ἡ ἔγκλιϲιϲ ἀμοιρήϲαϲα οὐκ ἐμποδίζεται καὶ ἀντὶ παϲῶν ἐγκλίϲεων παραλαμβάνεϲθαι, προϲτιθεμένου τοῦ ἰδιώματοϲ τῆϲ ἐγκλίϲεωϲ, καὶ πάλιν πᾶϲαν ἔγκλιϲ\ν εἰϲ ταύτην ὑποϲτρέφειν. τὸ γὰρ γράφε δύναται ἴϲον εἶναι τῷ γράφειν ϲοι προϲτάϲϲω, ἀναγκαίωϲ καὶ τοῦ προϲτάϲϲειν ἐγκειμένου καὶ τοῦ ἀντωνυμικοῦ· τούτων γὰρ ἠμοίρει τὸ ἀπαρέμφατον· περιπατοίηϲ—εὔχομαί ϲε περιπατεῖν, γράφειϲ —ὁρίζομαί ϲε γράφειν. πρόδηλοϲ καὶ ἡ ἐκ τούτων μετάληψιϲ, γράφοι Διονύϲιοϲ —ηὔξατο γράφειν Διονύϲιον, γραφέτω Διονύϲιοϲι —προϲέταξεν γράφειν Διονύϲιον. διὰ τί μέντοι αἱ ϲυνοῦϲαι πτώϲειϲ εὐθεῖαι πλάγιοι γίνονται, ἀκριβώϲομεν ἐν τῷ περὶ ῥημάτων, ἐν ῷ καὶ διαληψόμεθα περὶ τῆϲ παρεπομένηϲ καθόλου ϲυντάξεωϲ τῶν ἀπαρεμφάιῶν.