Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 25-4
Not analysed yet
Πρὸϲ ὃ ἔϲτιν πάλιν ὑπαντῆϲαι. τὸ πρῶτον, οὐδ’ ὅλωϲ τὸ τί δύναται παραδέξαϲθαι ἄρθρον· ἀπροϲδεεῖϲ γὰρ τῶν ἄρθρων αἱ. πεύϲειϲ, καθὼϲ ἐπεδείχθη. τὸ δεύτερον, ἡ προκειμένη ϲύνταξιϲ οὐχ ὡϲ ἐγκειμένου τοῦ πύϲματοϲ τὰ τῆϲ ϲυντάξεωϲ τοῦ ἄρθρου ἐποιήϲατο, λέγω ἐν τῷ τὸ παρὰ τί, ἀλλ’ ἔϲτιν ὅληϲ τῆϲ ϲυντάξεωϲ καὶ τοῦ νοουμένου ἔξωθεν πράγματοϲ τὸ ἄρθρον, ὥϲ γε ἔϲτιν ἐπινοῆϲαι καὶ ἐπὶ τῆϲ τῶν ἀπαρεμφάτων ϲυντάξεωϲ, ὅτε φαμὲν τὸ γράφειν, τὸ περιπατεῖν· οὐ γὰρ δὴ τῶν διαθέϲεων τὸ ἄρθρον ἐϲτὶν ἤη τῶν χρόνων, τοῦ δὲ παρυφιϲταμένου πράγματοϲ. παρὸν τὸν λόγον πιϲτώϲαϲθαι καὶ διὰ ϲυντάξεωϲ λόγου. ἔϲτω γάρ τι τοιοῦτον, μὴ παρὰ τοῦτο ποίηϲώμεθα, ἐξ ἧϲ ϲυντόξεωϲ παρυφίϲταταί τι πάλιν πρᾶγμα, οὗ γίνεται τὸ ἄρθρον, τὸ μὴ παρὰ τοῦτο ποιηϲώμεθα. Οὐ δὴ οὖν τὸ παρὰ τί ἐν ϲυνθέϲει τὰ τῆϲ προθέϲεωϲ ἀνεδέξατο διὰ τὸ προϲγεγενημένον ἔξωθεν ἄρθρον.