Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Α
Apollonius Dyscolus, Περὶ συντάξεως 26
Not analysed yet
Φαίνεται δ᾿ ὅτι καὶ ἡ πρόθεϲιϲ οὐ πρώτην ἔχουϲα θέϲιν καὶ. ἀρχαιοτέραν τῶν ἄλλων λέξεων τῇδε κατελέχθη, ὅπου γε οὐκ ἀπ’ ἰδίαϲ ἐννοίαϲ τὴν ὀνομαϲίαν εἴληχεν, ἀλλ’ ἐκ τοῦ τῶν προϋπόντων μορίων προτίθεϲθαι, ἅπερ εἰ μὴ προϋφεϲτήκοι, οὐδ’ αὐτὴ ϲυϲτήϲεται, καθὼϲ ἐπεδείκνυμεν κἀπὶ τῆϲ μετοχῆϲ. ἔνθα γοῦν καὶ τῆϲ τάξεωϲ ἔτυχεν, εἴγε ὁτὲ μὲν κατὰ ϲύνθεϲιν, ὁτὲ δὲ κατὰ παράθεϲιν προτίθεται τῶν κατειλεγμένων μορίων, ὥϲτε μεταγενεϲτέρα μέν ἐϲτι τῇ φύϲει, τῇ δὲ ϲυντάξει ἀρκτική (καθότι ἔϲτι νοῆϲαι κἀπὶ τοῦ καλουμένου προτακτικοῦ ἄρθρου· οὐ γὰρ δή γε, ὅτι καὶ προτάϲϲεται, καὶ πρεϲβύτερον τῶν ὀνομάτων· ἰδοὺ γὰρ παρατιθέμενον τοῖϲ ὀνόμαϲι τὴν ἔκπαλαι τούτων γνῶϲιν ἀναπολεῖ).