Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 26-3
Not analysed yet
Παρὸν καὶ ἐκ τῶν μετοχῶν αὐτὸ πιϲτώϲαϲθαι, αἷϲ προϲδίδωϲι μὲν ἡ ἐκ τῶν ῥημάτων μετάληψιϲ γένοϲ καὶ πτῶϲιν καὶ τὸν ἐν τούἔννοιαν. ἀριθμόν, ἀφαιρεῖται δ᾿ αὖ τὴν προϲώπου διάκριϲιν καὶ ψυχικὴν ἔννοιαν. καὶ ἕνεκα τούτου παρὰ τὰ ἀφῃρημένα οὐχ ἁμαρτάνομεν, ἐν μὲν προϲώποιϲγράψαϲ ἀνέϲτην, γράψαϲ ἀνέϲτηϲ, γράψαϲ ἀνέϲτη, ἐν δὲ ἐγκλίϲεϲι γράψαϲ ἀναϲταίην, γράψαϲ ἀνάϲτηθι· τά γε μὴν ἐμμείναντα, λέγω διάθεϲιν ἢ χρόνων διαφοράν, τῷ ἀκαταλλήλῳ λόγῳ ὑποπίπτει, εἰ παρὰ τὸ δέον ϲυνταγείη.