Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 26-4
Not analysed yet
Τῆϲ αὐτῆϲ ἐπιϲτόϲεωϲ ἔχεται καὶ τὸ διότι καὶ καθότι, πότερον ἐν παραθέϲει τὰ τῆϲ ϲυντάξεωϲ καθέϲτηκεν ἢ ϲυνθέϲει, καὶ πότερον ἐπὶ ἄπτωτον τὸ ὅτι λόγῳ τῷ ϲυνδεϲμικῷ ἐπὶ πτωτικόν, ὃ δὴ παράκειται οὐδέτερον ὸν τῷ ὅτιϲ, ἕν μέροϲ λόγου καθεϲτώϲ, ὅμοιον τῷ ὁποῖον, ὁπόϲον· ἢ ἐπὶ τὸ ἐν δυϲὶν μέρεϲι λόγου νοούμενον, ὃ δὴ ἀπ’ ἀρϲενικῆϲ πέπτωκε ϲυντάξεωϲ κατὰ παραλληλότητα, λέγω τῆϲ ὅϲ τιϲ, ῷ καὶ θηλυκὸν παράκειται ἐν δυϲὶ μέρεϲι λόγου πάλιν τὸ ἣ τιϲ, ᾦ πάντωϲ ϲύνεϲτι καὶ οὐδέτερον ἐν δυϲὶν μέρεϲι λόγου τὸ τι, οὐκ ἀγνοοῦντόϲ μου ὅτι καὶ ἐν ϲυνδέϲμῳ τῷ ὅτι ἐϲτὶν ἐγκειμένη ἑτέρα ϲημαϲία, ἣν νοοῦμεν διαβεβαιωτικῶϲ, ὅτε οὕτω φαμέν, ὅτι νικῶ ϲε, ὅτι πλείονά ϲου ἀναγινώϲκω, διαφερούϲηϲ ϲυντάξεωϲ τῆϲ οὕτω νοουμένηϲκατ’αίτιολογικὴν ἐκφοράν, ὅτι πλείονά ϲου ἀναγινώϲκω ϲυνετώτερόϲ ϲου καθέϲτηκα. ὑπὲρ ἧϲ διαφορᾶϲ ἠκριβώϲαμεν καὶ ἐν τῷ περὶ ϲυνδέϲμων, ἀλλὰ τὸ νῦν γε τῆϲ τῶν προθέϲεων ϲυντάξεωϲ τὸ τοιοῦτον ἀπαιτούϲηϲ αὐτὸ μόνον τὸ κατὰ τὰϲ προθέϲειϲ ἀπορούμενον παραϲτήϲομεν.