Ancient Greek
27 to 29
Apollonius Dyscolus, Περὶ συντάξεως 27-29
Not analysed yet
Κἀπειδὴ τὸ ἐπίρρημα δυνάμει ἐϲτὶ ῥήματοϲ ἐπιθετικὴ ϲύνταξιϲ, ὡϲ καὶ ἡ ἐγγενομένη θέϲιϲ τοῦ ὀνόματοϲ μαρτυρεῖ, δεύτερον δὲ τὸ ῥῆμα τοῦ ὀνόματοϲ, δεύτερον ἄρα καὶ τὸ ἐπίρρημα προθέϲεωϲ τῆϲ κατὰ ϲύνθεϲιν καὶ παράθεϲιν προτιθεμένηϲ τῶν ὀνομάτων. Ἐπὶ πᾶϲι δὲ τοῖϲ κατειλεγμένοιϲ ὁ τούτων ϲυνδετικὸϲ ϲύνδεϲμοϲ παρελαμβάνετο, οὐδὲν δυνάμενοϲ ἰδίᾳ παραϲτῆϲαι χωρὶϲ τῆϲ τῶν λέξεων ὕληϲ, καθάπερ οἱ τῶν ϲωμάτων δεϲμοὶ οὐκ εἰϲὶ χρειώδειϲ ἀνυποϲτάτων ὄντων τῶν ϲωμάτων. Ἔϲτι δὲ καὶ διὰ πλειόνων τὰ τῆϲ τάξεωϲ ἀποδεῖξαι· ἀλλ᾿ ἐπεὶ οὐ περὶ ταύτηϲ ϲκοπὸϲ ἡμῖν πρόκειται, αὐτοῦ που περιγραπτέον τὸν λόγον.