Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 27-2
Not analysed yet
Ἀλλ’ ἐκεῖνο λείπεται, τίνοϲ ἕνεκα εἰϲ οϲ κατέληξαν, πλείϲτηϲ οὔϲηϲ καταλήξεωϲ ὀνομάτων· ἢ ὅτι γενικωτέρα ἐϲτὶν ἡ εἰϲ οϲ κατάληξιϲ. διὰ τοῦτο καὶ τὰ ἄρθρα, πᾶϲιν ὀνόμαϲι παρατιθέμενα, ἐν ταύτῃ τῇ καταλήξει ἐγένετο, καὶ αὐταὶ αἱ παραχθεῖϲαι ἀντωνυμίαι εἰϲ ὀνόματοϲ κτῆϲιν, ὡϲ ἐπὶ τῆϲ ὁ ἐμόϲ καὶ τῶν ϲυζύγων, καὶ ϲχεδὸν ἅπαϲαι αἱ πτωτικαὶ πεύϲειϲ, ἐπιζητοῦϲαι πᾶν ὄνομα, ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, ποδαπόϲ. πρόϲκειται τὸ ϲχεδόν διὰ τὸ τίϲ, ὅπερ οὐδὲ αὐτὸ ἐκτόϲ ἐϲτιν τῆϲ εἰϲ οϲ καταλήξεωϲ, εἴγε τὸ τίοϲ παῤ Αἰολεῦϲιν τῆϲ εἰϲ οc εὐθείαϲ ἔτυχεν, ϲυνεπιϲχύοντοϲ καὶ τοῦ ἰϲοδυναμοῦντοϲ αὐτῷ, λέγω τοῦ ὅϲ, ᾧ καὶ ϲυμφέρεται ἐν τῷ ὅϲτιϲ ἐμὸν παρὰ ϲῆμα {Callimachi epigr. 21. AP VII 525} καὶ ἐν τῷ ὅϲτιϲ ἐπὶ δεῖπνον ὀψὲ κληθεὶϲ ἔρχεται {Corp. Paroemior. II p 577}.