Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 27-3
Not analysed yet
Ὁμόλογον δ᾿ ὅτι καὶ τὰ ϲυνεμπεϲόντα ἢ κατὰ γένοϲ ἢ πτῶϲιν ἢ πρόϲωπον ἢ τι τῶν δυναμένων τὴν ταὐτότητα ἀπενέγκαϲθαι κατὰ φωνὴν ἀποϲτήϲεται τῆϲ τοῦ ἀκαταλλήλου κακίαϲ. ἔϲθ᾿ ὅτε γὰρ ἐν οὐ δεούῃ ϲυντάξει καταγινόμενα μέτειϲιν ἐφ᾿ ἑτέραν ϲύνταξιν ἐν λόγῳ δυναμένην παραλαμβάνεϲθαι διὰ τὸ ϲυγκεχυμένον τῆϲ φωνῆϲ. ἔϲτω γάρ τι ϲοφόϲ ἢ κλυτόϲ ἤ τι τῶν δυναμένων ὑπὸ τριγένειαν πίπτειν, ἔϲτω δὲ καὶ τὸ θεόϲ ἤ τι τῶν δυναμένων κατὰ κοινότητα μόνον ἀκούεϲθαι. ἐφ᾿ ὧν τῆϲ ϲυντάξεωϲ τὸ μὲν θεόϲ, κἂν ἐπὶ θηλυκοῦ τάϲϲηται, ἀνενδοίαϲτον κατὰ τὸ γένοϲ ἐϲτίν, οὖ γε μὴν τὸ κλυτόϲ ἢ ἄγριοϲ ταὐτὸν πείϲεται. καὶ ἔνθεν γνωρίζεται τὸ κλυτὸϲ Ἱπποδάμεια {Β 742} καὶ ἄγριον ἄτην {T 88} ἐν ὑπαλλαγῇ γένουϲ καθεϲτῶτα. —