Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 27-4
Not analysed yet
Ὡϲ μὲν οὖν καὶ κατά τιναϲ ἄλλαϲ παραθέϲειϲ αἱ προθέϲειϲ ϲυνδεϲμιῆϲ ϲυντάξεωϲ γίνονται παρεμφατικαί, λέλεκται ἡμῖν. ἐξ ὧν καὶ ἡ ἀφορμὴ εἴρηται παρὰ Ϲτωϊκοῖϲ τοῦ καλεῖϲθαι αὐτὰϲ προθετικοὺϲ ϲυνδέϲμουϲ· τὸ γὰρ ἕνεκα τίνοϲ λυπῇ; καὶ διὰ τί λυπῇ; ἐν ἶϲψ ἐϲτί, καὶ τὸ ἐκ τῆϲ ῥᾳθυμίαϲ ἐν ἶϲῳ ἐϲτὶν τῷ ἕνεκα τῆϲ ῥᾳθυμίαϲ. οὐ δὴ οὖν ἀπεμφαῖνον καὶ τὰ προκείμενα μόρια, λέγω τὸ διότι, καθότι, παραδεξάμενα τὰϲ προθέϲειϲ ϲυνδεϲμικὴν ἐπέχειν ϲύνταξιν.