Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 28
Not analysed yet
Ῥητέον δὲ καὶ περὶ τῶν τῇ φωνῇ ἄρθρων καθεϲτώτων, τῇ δὲ ἐξ αὐτῶν μεταλήψει ἀντωνυμιῶν, ὁ γὰρ ἦλθε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν {Α 12} ἀντὶ τοῦ οὗτοϲ· τὸν δ’ ἀπαμειβόμενοϲ {e. g. A 84}· ὣϲ ἡ ῥίμφα θέουϲα {ν 88} εἵνεκα τῆϲ ἀρετῆϲ ἐριδαίνομεν {β 206}, ὃ μεταλαμβάνεται μὲν εἰϲ τὸ ταύτηϲ, προϲλαμβάνει δὲ ἔξωθεν δεόντωϲ τὸ ἄρθρον, καὶ καθόλου περὶ ἁπάντων τῶν τοιούτων.