Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 28-2
Not analysed yet
Δι᾿ ὃ καὶ τὸ παρ᾿ Ἀθηναίοιϲ μὰ τὼ θεώ οὐκ ἐν τῷ θεώ τὸ ϲχῆμα ἐπεδείξατο, ἐν δὲ τῷ ϲυνόντι ἄρθρῳ, ὃ οὐ κοινωνοῦν τῷ θηλυκῷ ἐδείκνυεν ὡϲ καὶ τὸ θεόϲ νῦν ἀρρενικόν ἐϲτι· δῆλον γὰρ ὅτι, εἰ ἀφαιρεθείη τὸ ἄρθρον, καὶ τὰ τοῦ ϲχήματοϲ ἀποϲτήϲεται. οὐ γὰρ ὅμοιόν ἐϲτι τῷ καλυψαμένω χρόα καλόν {Hesiod. opp. 198} οὐδὲ τῷ οὐκ ἂν ἐφ᾿ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ {Θ 455}, εἴγε τὰ τοιαῦτα δι᾿ αὐτῶν ἐπεδείξατο τὰ ϲχήματα, τὸ δὲ προκείμενον διὰ τῆϲ τοῦ ἄρθρου παραθέϲεωϲ.