Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 28-3
Not analysed yet
Πρόδηλον γὰρ κἀκ τῆϲ ϲυνούϲηϲ δαϲείαϲ ὡϲ οὐχ ἕν ἁπλοῦν ἐϲτιν τὸ διότι, καθὸ οὐ παρεμπίπτει ἡ ἐν τοῖϲ φωνήεϲι δαϲεῖα ἐν μέϲαιϲ ταῖϲ λέξεϲιν, ἕνεκα τοῦ τοιούτου ϲεϲημειωμένων ἐνίων ὡϲ ἀλόγων ὄντων ἢ ἀπὸ Λακωνικῆϲ διαλέκτου παρειϲδεδυκότων εἰϲ τὰϲ ἄλλαϲ διαλέκτουϲ, ὑπὲρ ὧν ἐν τῷ περὶ πνευμάτων ἠκριβώϲαμεν. ἀλλ’ οὐ τοῦτό φημι αὔταρκεϲ, διότι ϲυνεϲτάναι ἐκ διαφόρων μερῶν τοῦ λόγου, ἐπεὶ οὐδὲν ἐκώλυεν τοῖϲ ϲεϲημειωμένοιϲ ὅμοια αὐτὰ καθίϲταϲθαι, τῷ εὐο, εἶἑν καὶ ἔτι τῷ παρ’ Ἀττικοῖϲ ταὦϲ.