Ancient Greek
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 29
Not analysed yet
Αἱ ὀνοματικαὶ πτώϲειϲ καὶ αἱ ἀντὶ τούτων παραλαμβανόμεναι ἀντωνυμίαι ϲύνταξιν τὴν αὐτὴν ποιοῦνται τοῖϲ ῥήμαϲιν, ὡϲ ἔχει τὸ Τρύφων διδάϲκει καὶ οὗτοϲ διδάϲκει· αἱ γε μὴν πλάγιαι τὴν ἐκ τῶν εὐθειῶν ϲύνταξιν ἀναδέχονται, τῶν μεταξὺ πιπτόντων ῥημάτων ἐνδεικνυμένων τὴν ἑκάϲτηϲ διάθεϲιν, ὡϲ ἔχει τὸ Θέωνα διδάϲκει Τρύφων, τοῦτον φιλῶ ἐγώ, φιλεῖ Θέων.