Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 29-2
Not analysed yet
Προφανὴϲ ὁ λόγοϲ ἐπὶ ἁπάντων τῶν χρόνων, εἴγε τιϲ μὴ ἐνδεέϲτερον τὴν τούτων διάκριϲιν γινώϲκοι. τὸ γράφω καὶ ἔγραφον ὁμόλογον ὅτι χρονικῶϲ διαφέρει, καὶ οὐχ οἷόν τε φάναι ἐχθὲϲ γράφω, ἐπί γε μὴν παρατατικοῦ ἐχθὲϲ ἔγραφον. ὁμόλογον δὲ κἀκεῖνό ἐϲτιν, ὡϲ τοῦ γράφω ἡ μετοχὴ γράφων ἐϲτίν, καὶ οὐχ οἷόν τε ἦν φάναι ἐχθὲϲ γράφων, ὅτι μηδὲ ἐχθὲϲ γράφω. ἀλλ᾿ οὖν γε παρεδέξατο ἡ μετοχὴ τὸ ἐπίρρημα, καθὸ ϲυνέμπτωϲιν ἐπεδέχετο τὴν τοῦ παρατατικοῦ· φαμὲν γοῦν οὕτωϲ, ἔγραφον καὶ ἠνιώμην, ἐφ᾿ ἧϲ ϲυντάξεωϲ ἡ μετάληψιϲ γενήϲεται γράφων ἠνιώμην. —Ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἀπαρεμφάτων. πάλιν γὰρ τὸ γράφειν, μεταληφθὲν ἐξ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ κατὰ τὴν αὐτὴν φωνήν, ἐν τῇ προκειμένῃ ϲυντάξει τῶν ἐπιρρημάτων κατάλληλον ἀποτελεῖ λόγον οἶόν τε γὰρ φάναι ϲυνέβη ἐχθὲϲ γράφειν Ἀπολλώνιον καὶ ϲυνέβη ϲήμερον γράφειν. οὔ γε μὴν ἐπὶ τῶν ἕνα χρόνον ὑπαγορευόντων τὸ τοιοῦτον ἂν εὕροιϲ, λέγω ἐπὶ τοῦ γράψειν, γράψειν ἐχθέϲ· ἐπί γε μὴν πάλιν τοῦ ἀϲυνεμπτώτου, λέγω τοῦ γράψαι, ϲυνέβη ἐχθὲϲ γράψαι Ἀπολλώνιον.