Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 29-3
Not analysed yet
Ἀλλὰ καὶ τὰ παρεπόμενα ϲυνομολογεῖ· πρῶτον αὐταὶ αἱ φωναί, τε διά καὶ ὅτι. καὶ τὸ τὴν διά μηδέποτε ἐν ϲυνθέϲει αἰτιολογικῶϲ παραλαμβάνεϲθαι, ὡϲ ἐν τῷ διάδρομοϲ ἢ διατρέχω, ἐν δὲ παραθέϲει πτώϲεωϲ αἰτιατικῆϲ, διὰ Τρύφωνα, διὰ τὴν ἡμέραν. καὶ ἐντεῦθεν ὁμολογεῖται ὡϲ οὐδὲ τὸ ὅτι ϲύνδεϲμόϲ ἐϲτιν, ἀλλὰ πτωτικὸν μόριον τῆϲ αἰτιατικῆϲ πτώϲεωϲ, εἴγε ἐδείχθη ὅτι οὐδὲ ἐν παραθέϲει ἐϲτὶν ἡ εὐθεῖα τῶν προθέϲεων καὶ ὡϲ ἐν εὐθείᾳ ἡ διά ϲυνδεϲμικὴν οὐκ ἐπέχει ϲύνταξιν.