Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 30-2
Not analysed yet
ἔϲτιν γε μὴν κἀκεῖνοϲ ὁ λόγοϲ ἀληθήϲ, ὡϲ ϲύνεϲτι τὰ ἄρθρα μετὰ τῶν ὀνομάτων ἀνθ’ ὧν παραλαμβάνεται ἡ ἀντωνυμία, οὐ ϲημαίνοντα τὰϲ πηλικότηταϲ ἢ ποιότηταϲ ἤ τι τῶν παρεπομένων τοῖϲ ὀνόμαϲιν, καθὸ ὑπεδείξαμεν καὶ ἐπὶ τῶν ἀντωνυμιῶν τὸ αὐτό· ὡϲ γὰρ τὸ οὗτοϲ κατὰ παντὸϲ ὑποκειμένου παραλαμβάνεται, καὶ τὰ ἄρθρα ϲὺν παντὶ ὑποκειμένῳ παραλαμβάνεται, ὁ μέγαϲ, ὁ βραχύϲ, ὁ λευκόϲ, ὁ χρυϲοῦϲ.