Ancient Greek · ~5 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 30-3
Not analysed yet
Ἔϲτι καὶ ἐπὶ διαθέϲεωϲ τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ καλούμενα μέϲα ϲχήματα ϲυνέμπτωϲιν ἀνεδέξατο ἐνεργητικῆϲ καὶ παθητικῆϲ διαθέϲεωϲ, ὥϲ γε ἀκριβέϲτερον ἐπιδείξομεν ἐν τῇ δεούϲῃ ϲυντάξει τῶν ῥημάτων, καὶ ἔνθεν οὐ παρὰ τὰϲ διαθέϲειϲ ἁμαρτάνεται. τὸ γὰρ ἐλουϲάμην καὶ ἐποιηϲάμην καὶ ἐτριψάμην καὶ τὰ τούτοιϲ ὅμοια ἔχει ἐκδηλοτάτην τὴν ϲύνταξιν ὁτὲ μὲν ἐνεργητικήν, ὁτὲ δὲ παθητικήν, εἴγε τὸ ἔτριψα τοῦ ἐτριψάμην διαφέρει καὶ τὸ ἔλουϲα τοῦ ἐλουϲάμην, παράκειται δὲ τῷ ἐποίηϲα τὸ ἐποιηϲάμην καὶ ἔτι τῷ προῆκα τὸ προηκάμην. οἵ γε μὴν ἀπειρότερον περὶ τὰϲ τούτων διαφορὰϲ καταγινόμενοι οἴονται ἔϲθ᾿ ὅτε παθητικὰϲ διαθέϲειϲ ἀντὶ ἐνεργητικῶν παραλαμβάνεϲθαι, οὐ μικρὸν ἁμάρτημα προϲάπτοντεϲ τοῖϲ λόγοιϲ. τὸ γὰρ ἀντὶ ἐνεργητικοῦ παθητικῷ χρῆϲθαι λόγου ἐϲτὶν τοῦ ἀκαταλλήλου· οὐκ ἂν γοῦν τιϲ τὸ φύϲει ἐνεργητικὸν ἢ τὸ φύϲει παθητικὸν εὕροι ἂν ἐν ὑπαλλαγῇ τῶν διαθέϲεων, λέγω τὸ ἐποίηϲα ἀντὶ τοῦ ἐποιήθην ἢ τὸ ἐποιήθην ἀντὶ τοῦ ἐποίηϲα. ὁμόλογον οὖν τὸ ἀμφοτέρω κεκοπώϲ {N 60} ἢ πεπληγὼϲ ἀγορῆθεν {B 264} ἢ ῥάβδῳ πεπληγυῖα {κ 238} ἢ ὅτι ῥα θνῄϲκονταϲ ὁρᾶτο {A 56}, τὰ τούτοιϲ ὅμοια, ὡϲ διὰ τὸν προειρημένον λόγον τῆϲ μεϲότητοϲ οὐκ ἀνθυπήλλακται κατὰ τὴν διάθεϲιν, κατὰ δὲ τὸν δέοντα λόγον τῆϲ ϲυντάξεωϲ ἐπ᾿ ἀμφοτέραϲ τὰϲ διαθέϲειϲ ἔφθαϲαν.