Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 30-4
Not analysed yet
Λειπόμενον οὖν ἐϲτιν ἐκεῖνο παραϲτῆϲαι, εἰ ἑνὸϲ ὄντοϲ τοῦ ὅτι κατ’ αἰτιατικὴν πτῶϲιν ἡ διά πρόκειται, ἢ δύο ὄντοιν κατὰ παράθεϲιν τοῦ ὅ καὶ τί, ὃ δὴ ἐκ ϲυντάξεωϲ ἀρϲενικῆϲ τῆϲ ὅϲ τιϲ μετείληπτο εἰϲ οὐδετέραν· ῷ καὶ μᾶλλον τὰ τοῦ λόγου ὑπάγεται. ἰδοὺ γὰρ καὶ ἐπὶ τῶν ἑτέρων γενῶν, λέγω τοῦ τε ἀρϲενικοῦ καὶ τοῦ θηλυκοῦ, ἀ δὴ κατ’ αἰτιατικὴν οὐδέποτε ϲυνεμπίπτει, τὰ τῆϲ διαϲτολῆϲ ἔκδηλα ἐγένετο. ἧϲ γὰρ πτώϲεωϲ ἔτυχεν τὸ δι’ ὅν τινα λόγον καὶ δι’ ἥν τινα αἰτίαν, καὶ ἔτι ἐπὶ πληθυντικοῦ ἀριθμοῦ δι’ οὕϲ τιναϲ καὶ δι’ ἅϲ τιναϲ, καὶ τὸ δι’ ὅ τι. προφανὲϲ γενήϲεται ὡϲ εἶη ἐν τριϲὶ μέρεϲι λόγου, προθέϲεωϲ τῆϲ διά κατὰ ϲυνδεϲμικὴν ϲύνταξιν φερομένηϲ ἐπ’ αἰτιατικὴν καὶ παραλλήλων δύο πτωτικῶν, τοῦ ὅ καὶ τοῦ τί, πτώϲεωϲ ὄντων οὐκ ἄλληϲ ἢ αἰτιατικῆϲ. ἡ αὐτὴ ἀπόδειξιϲ ϲύνεϲτι καὶ ἐπὶ τοῦ καθότι.