Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 4-4
Not analysed yet
Πρὸ μέντοι τῆϲ κατὰ μέροϲ αὐτῶν ϲυντάξεωϲ οὐκ ἄκαιρον ὑπὸ λαμβάνω ἐκθέϲθαι περὶ τῶν ἠπορημένων ἐν τοῖϲ μορίοιϲ. «Oὑ γάρ», φαϲί, εδεόντωϲ τὰ τοῦ τόνου ἀμείβεται εἰϲ βαρεῖαν τάϲιν, ἐπὰν τὰ τῆϲ ϲυντάξεωϲ ἐναλλαγό. τουτέϲτιν ἐπὰν προθέειϲ οὗϲαι μὴ ἀναδέξωνται τὸ προκεῖϲθαι κατὰ τὰϲ ϲυντάξειϲ· οὐδὲ γὰρ τὰ ἄλλα μέρη τοῦ λόγου ἀμείψαντα τὴν τάξιν ἀμείβει καὶ τὴν τάϲιν, πρὸϲ τῷ μηδὲ ἐξωμαλίϲθαι τὰ τῆϲ ἀναϲτροφῆϲ, εἴγε οὐχ ἅπαϲαι μετατεθεῖϲαι τῆϲ τάξεωϲ μετατίθενται καὶ τοῦ τόνου. τί δὲ μᾶλλον αὗταί εἰϲιν αἱ μετατιθέμεναι ἦπερ τὰ μόρια ἅ πρὸϲ αὐτὰϲ ρτηντο; τὸ γὰρ ἔπτυϲε πουλὺ κάτα {Calimachi? OSehneider II 752} ἀπαιτεῖ τὸ κατέπτυϲεν ἐν καταλληλότητι, καὶ οὐ μᾶλλον ἡ πρόθεϲιϲ μετατίθεται περ τὸ ῥῆμα· Ἰθάκην κάτα κοιρανέουϲιν {α 24}, τὰ τούτοιϲ ὅμοια.»