Ancient Greek · ~3 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Β
Apollonius Dyscolus, Περὶ συντάξεως 31-2
Not analysed yet
καὶ τούτων τῇδε ἐχόντων, ὅταν τὸ ἄρθρον μὴ μετ’ ὀνόματοϲ παραλαμβάνηται, ποιήϲηται δὲ ϲύνταξιν ὀνόματοϲ ἣν προεκτεθείμεθα, ἐκ πάϲηϲ ἀνάγκηϲ εἰϲ ἀντωνυμίαν μεταληφθήϲεται, εἴγε οὐκ ἐγγινόμενον μετ’ ὀνόματοϲ δυνάμει ἀντὶ ὀνόματοϲ παρελήφθη· καὶ ἐντεῦθεν ἡ ϲύνταξιϲ αὐτοῦ προϲεχώρει εἰϲ ἀντωνυμικὴν μετάληψιν. ἔϲτω γάρ τι τοιοῦτον, Χρύϲηϲ γὰρ ἦλθε θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν {cfr A 12}, καὶ ἔτι μετὰ ἄρθρου ὁ γὰρ Χρύϲηϲ ἦλθεν θοὰϲ ἐπὶ νῆαϲ Ἀχαιῶν· καὶ ϲαφὲϲ ὅτι ἡ ἔλλειψιϲ τοῦ ὀνόματοϲ τῷ ἄρθρῳ παραδώϲει τὰ τῆϲ ϲυντάξεωϲ, καὶ οὐκ ἄλλο τι γενήϲεται τὸ ἄρθρον ἢ ἀντωνυμία, ἐϲτιν ἀντὶ παντὸϲ ὀνόματοϲ, ἐπεὶ καὶ αὐτὸ μετὰ παντὸϲ ὀνόματοϲ, οὐκ ἐμποδιζόμενον ἐν ποιότητι ἢ ἄλλῳ τινὶ τῶν παρεπομένων, καθὼϲ εἴπομεν. ἐν μέντοι τοῖϲ ἑξῆϲ δεδείξεται, πότε οἱ λόγοι τὰ ὀνόματα παραιτοῦνται ἀντιπαραδεχόμενοι τὰϲ ἀντωνυμίαϲ. (