Ancient Greek · ~4 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 31-3
Not analysed yet
Ἔcτι καὶ ἐπὶ ϲυνεμπτώϲεωϲ προϲώπων ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ νικῶ πρώτου ὂν προϲώπου οὐ μετελεύϲεται ἐπὶ δευτέρου, καθ᾿ οὗ ἔχει δεύτερον τὸ νικᾷϲ· ἀλλ᾿ ἐπεὶ πάλιν προϲτακτική τιϲ προφορὰ ἐν δευτέρῳ προϲώπῳ ἀναμένει τὴν φωνήν, κἂν ἐπὶ δευτέρου τιθῆται, καταλληλότητα ἀναδέχεται, ὡϲ ἔφαμεν, γενόμενον προϲτακτικόν. μέτειϲιν ὁ λόγοϲ καὶ μέχρι τοῦ τρίτου, ὃ δύναται περιγράφεϲθαι τῆϲ ϲυνεμπτώϲεωϲ διὰ τὴν προϲιοῦϲαν τοῦ ῑ γραφήν· ὅμωϲ γοῦν ἀκουόμενον ϲυνεμπίπτει τῇ πρὸϲ τὸ πρῶτον καὶ δεύτερον προφορᾷ, καὶ ἔϲτιν ἐν τῷ δέοντι λόγῳ, ἐὰν ἡ ἐπακολουθοῦϲα αὐτῷ ἔγκλιϲιϲ ϲυνῇ, λέγω ἡ εὐκτική, ὡϲ ἔχει τὸ παρ᾿ Ἀλκμᾶνι νικῷ δ᾿ ὁ κάρρων {frgm. 89 B4}, καὶ ἔτι ἐν τῷ Ὁμηρικῷ τρυπῷ δόρυ νήϊον ἀνήρ {ι 384}. ϲαφὲϲ γὰρ ὅτι ἐν ὁριϲτικῇ ἐγκλίϲει ἀκατάλληλόν ἐϲτιν, ἐν δὲ τῇ εὐκτικῇ κατάλληλον, ὥϲ γε καὶ ἐν τοῖϲ προκειμένοιϲ τὸ μὲν νικῶ ἐγώ πρὸϲ τὸ νικῶ ϲύ. ὁριϲτικὸν γὰρ ὂν ἀκατάλληλόν ἐϲτιν, χρὴ γὰρ νικᾶϲ ϲύ, προϲτακτικὸν δὲ κατάλληλον. Ἀπόχρη τὸ παράδειγμα εἰϲ ἀφορμὴν τῶν παραπληϲίων τοῖϲ ἀνελλειπέϲτερον κεκλικόϲι τὰ ῥήματα.