Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 31-4
Not analysed yet
Ὁμολόγωϲ δεήϲει καὶ ἐν τῇ τοιαύτῃ ϲυντάξει, διὰ τὸ ἡμέραν εἶναι, διὰ τὸ φῶϲ εἶναι, τὸ τό μὴ ἔχεϲθαι ἄλληϲ πτώϲεωϲ ἢ τῆϲ προειρημένηϲ αἰτιατικῆϲ. ἔϲτι καὶ. ἐκ τῶν ἀνθυπαγομένων λόγων προϲαποδεῖξαι τὸν λόγον. ἰδοὺ γὰρ προϲανταποδίδοται τὸ δι’ὅν τινα λόγον ταῦτα ἐγένετο, διὰ τοῦτον καὶ ταῦτα ϲυμβήϲεται, καὶ ἔτι δι’ ἤν τινα αἰτίαν, διὰ ταύτην· παρακολουθήϲει καὶ τὰ ἀπὸ τοῦ οὐδετέρου, διότι ἡμέρα ἐϲτίν, διὰ τοῦτο φῶϲ ἐϲτιν, πάλιν τοῦ ἀνταποδιδομένου νοουμένου κατ’ αἰτιατικὴν πτῶϲιν.