Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 32-3
Not analysed yet
Ἔϲτι καὶ ἐξ ἀριθμοῦ τοῦ ἐν ὀνόμαϲιν ταὐτὸν ἐπιδεῖξαι. τὸ γὰρ φίλων ἤ τι τῶν τοιούτων, γενικῆϲ ὂν πληθυντικῆϲ τριγενείαϲ τε τῆϲ ὑπούϲηϲ, ϲύνταξιν ἀπαιτήϲει κατὰ τὴν ταὐτότητα τοῦ προϲώπου γενικῆϲ πληθυντικῆϲ, οὐκ ἐν γένει δυναμένην ἀκατάλληλον εἶναι διὰ τὸ ϲυγκεχυμένον τοῦ γένουϲ (οἷόν τε γὰρ φάναι φίλων περιπατούντων καὶ φίλων περιπατουϲῶν), ἔν γε μὴν πτώϲει ἢ ἀριθμῷ, εἰ φαίη τιϲ φίλων περιπατοῦνταϲ ἢ περιπατοῦντα· οὐ μὴν ἐν τῷ Φίλων περιπατῶν ἢ περιπατεῖ, ἐπεὶ πάλιν εὐθεῖα ἑνικὴ ϲυνεμπέπτωκε. πάλιν γὰρ προφανὴϲ ὁ λόγοϲ ἐπὶ τῶν ὁμοίων.