Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Δ
Apollonius Dyscolus, Περὶ συντάξεως 32-4
Not analysed yet
Καὶ τοϲαῦτα μὲν περὶ τῶν παρατιθεμένων προθέϲεων κατὰ τὰϲ ὀνοματικὰϲ ϲυντάξειϲ καὶ τῶν ϲυντιθεμένων· τοῖϲ γε μὴν ῥήμαϲι ϲυντάϲϲονται ἁπάντοτε κατὰ τὴν ϲύνθεϲιν· ἐν γὰρ τῷ καταγράφω καἰ τῳ «ἐξυπανέϲτη» {B26 καί τῳ «επαρακατατιθέμεθα» {Aeschin. contra Timarch. §9} καὶ εἴ τινα ἄλλα τοιαῦτά ἐϲτι. καὶ ἶϲωϲ τὸ τοιοῦτο δόξει οὐκ ἀληθεύειν δεόμενον λόγου τοῦ ἀποδεικνύντοϲ τὴν ἐν αὐτοῖϲ ϲύνθεϲιν. φέρε γὰρ φάναι ὡϲ μᾶλλον παράκεινται τοῖϲ ῥήμαϲιν ἤπερ ϲυνήνωνται, ϲυνηγορίαϲ οὔϲηϲ τοιαύτηϲ.