Ancient Greek · ~2 min
ΠΕΡΙ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ Γ
Apollonius Dyscolus, Περὶ συντάξεως 33-3
Not analysed yet
Ἀλλὰ καὶ ἐπὶ ῥημάτων. τὸ γὰρ ἔλεγον καὶ τὰ ὅμοια ἑνικά ἐϲτι πρώτου προϲώπου, ὅμοια ὄντα τῷ ἔγραψα, ἔλεξα. ἐφ᾿ ὧν εἴ τιϲ φαίη ἔλεξα ἐκεῖνοι, ἀκατάλληλον λόγον παραϲτήϲει καὶ ἕνεκα τοῦ πρώτου προϲώπου καὶ ἕνεκα τοῦ ἀριθμοῦ, οὐ μὴν ἐν τῷ ἔλεγον ἐκεῖνοι· πάλιν γὰρ ἡ ϲυνέμπτωϲιϲ ἡ πρὸϲ τὸ τρίτον πληθυντικὸν τὸ ἀκατάλληλον παρῄτηται, καθὸ δέουϲα ϲύνταξιϲ γέγονεν ἡ πρὸϲ τὸ πληθυντικόν. Ὑπεξῃρήϲθω τὰ Δωρικά· ἡ γὰρ παρ᾿ αὐτοῖϲ καταβιβαζομένη ὀξεῖα ἐπὶ πληθυντικῶν ἀφίϲτηϲι τὴν πρὸϲ τὸ ἑνικὸν ϲυνέμπτωϲιν.